ΠΑΡΑΣΚΕΥΗ 03.05.2024 21:33
MENU CLOSE

Αι ειδήσεις εις την αρχαίαν Ελληνικήν (γραμμένες από… Καταλανό)

26.12.2012 08:44

Και ενώ όλο και περισσότεροι Έλληνες γράφουν σε… greeklish, ένας Καταλανός μπλόγκερ ενημερώνει τους αναγνώστες του για την παγκόσμια ειδησεογραφία σε άπταιστα αρχαία Ελληνικά!

Δείτε πως περιγράφει στα Αρχαία Ελληνικά το μακελειό στο σχολείο του Κονέκτικατ:

«Δεινότατος φόνος ἐν τῷ Κονέκτικατ, 16 Δεκεμβρίου 2012

Νεανίας τις εἴκοσι παῖδας καὶ ἓξ ἀνθρώπους ἐν διδασκαλείῳ ἀποκτείνει
Προχθὲς ἐν τῷ Κονέκτικατ δεινότατος φόνος συνέβη· ἐν τῷ διδασκαλείῳ Sandy Hook , ἐν τῇ μικρᾷ πόλει Newtown, εἴκοσι παῖδες καὶ ἓξ ἄνθρωποι ἀπέθανον ὑπὸ νεανίου. οὗτος ὁ νεανίας, Ἄδαμ Λάνθα ὀνόματι καὶ εἴκοσι ἔτη γεγονώς, πρῶτον μὲν τὴν ἑαυτοῦ μητέρα ἀπέκτεινεν ἐν τῇ οἰκίᾳ οὖ οἱ δύο ᾤκουν, ἔπειτα δὲ τρία αὐτοματικὰ ὅπλα λαβὼν ἃ ἡ μήτηρ οἴκοι εἶχε καὶ τὴν οἰκίαν ἀπολιπὼν καὶ πρὸς τὸ διδσκαλεῖον ἀφικομένος τοὺς φύλακας λαθὼν εἰσέβη τὰ ὅπλα ἔχων καὶ ἐξ ἀπροσδοκήτου εἰς οἴκημα εἰσβὰς ἐν ᾧ πολλοὶ παῖδες ἔτυχον ὄντες ἐπὶ αὐτοὺς ἐπυροβόλει. ὀκτωκαίδεκα παῖδες ἐκεῖ εὐθὺς ἀπέθανον (δύο ἄλλοι ἐν τῷ νοσοκομείῳ ἀπέθανον ἐκεῖσε προσενεχθέντες) καὶ ἓξ ἄνθρωποι (ἡ τοῦ διδασκαλείου ἄρχουσα καὶ ἄλλοι ἐργασταί). πρῶτον μὲν ἐλέγετο ὅτι ἡ τοῦ φονέως μήτηρ ἐν τῷ διδασκαλείῳ αὐτῷ ἀπέθανεν (ἐκεῖ γὰρ τὸ πάλαι ἐδίδασκεν), ἔπειτα δὲ δῆλον ἦν τοῦτο οὐκ ἀληθὲς ὄν.
ὁ τοῦ Κονέκτικατ ἔπαρχος λέγει ὅτι τὸ πρᾶγμα χεῖρον ἂν εἴη, ὁ γὰρ Α. Λ. τοὺς φύλακας ἀφικομένους ἀκούσας ἑαυτὸν ἀπέκτεινεν· ὁ δὲ τῶν φυλάκων φερέφωνος τὰ ὅπλα ἐκεῖ λειφθέντα ἐξετάσας λέγει ὅτι ὁ μὲν φονεὺς ἐν νῷ εἶχε πλείονας παῖδας ἀποκτείνειν, ἡ δὲ ταχεῖα τῶν φυλάκων ἄφιξις τοῦτο ἐκώλυσεν.
ὁ Α. Λ. τοῦτο τὸ διδασκαλεῖον ἐφοίτα, ἡ δὲ μήτηρ πάλαι ἐν τῷ αὐτῷ διδασκαλείῳ ἐδίδασκεν. διὰ ὅ τι ὁ Α. Λ. τοῦτο ἐποίησεν οὐκέτι οὐδεὶς ἀκριβῶς οἶδεν, ὅμως δὲ ἴσμεν νῦν ὅτι τῇ μὲν προτεραίᾳ ὅπλον ὠνεῖσθαι ἐπειράσατο, τοῦτο δὲ οὐκ ἐξὸν (δεῖ γὰρ τὸν ὠνούμενον δύο ἑβδομάδας μένειν) τὰ τῆς μητρὸς ἔλαβεν.»

ΠΑΡΑΣΚΕΥΗ 03.05.2024 21:26
Exit mobile version